παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ «τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω», ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥητέον διὰ τοῦ 'ο', οὐ τρυφαλίδα διὰ τοῦ 'υ'. ἡ γὰρ λέξις εἴρηται παρὰ τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι, ἐξ οὗ καὶ τρόφι κῦμα εἴρηται. χρῆσις δὲ τοῦ εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ «μάλα δ´ ὦκα περιτρέφεται κυκόωντι» (Il. Ε 903). Τὰ εἰς 'λις' ὑπερδισύλλαβα παραληγόμενα 'η' βαρύνεται, κάπηλις, κύβηλις ὁ πέλυξ, ἔπηλις τὸ πῶμα τῆς λάρνακος, τρόπηλις ἡ δέσμη τῶν σκορόδων. Μέτηλις πόλις πλησίον Ἀλεξανδρείας, Φασάηλις πόλις τῆς Ἰουδαίας ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου (c. 16), Ὕψηλις κώμη Αἰγύπτου, Φάσηλις νῆσος Παμφυλίας. τὸ μέντοι ἀγγεῖον ὀξύνεται. Τὰ εἰς δύο 'λλ' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς 'ης', κορυδαλλίς, ἀναβαλλίς ἡ σφαῖρα, συκαλλίς, μοιχαλλίς, θρυαλλίς. Ἀκακαλλίς ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλις βαρύνεται. Τὰ εἰς 'λις' ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ τὸ 'ι' ἢ τὸ 'υ' βραχύ, ὀξύνεται, κυψελίς, βασιλίς, Αἰολίς, Ἐγχελίς, Κυβελίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς» (Od. ξ 475), Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ 'ζι' μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ 'ρ' λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνεται διὰ τὸ τοῦ 'υ' μῆκος. καὶ τὸ Σισίγυλις πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ δὲ Παμφυλίς ἐθνικὸν καὶ Τριφυλίς ὀξύνεται ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. Τὰ εἰς 'λις' παρώνυμα τῷ 'ω' ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίς, Αἰτωλίς, Ἰουλίς πόλις ἐν Κέῳ τῇ νήσῳ ἀπὸ Ἰουλίδος κρήνης. τὸ Ἄδουλις πόλις Αἰθιόπων προπαροξύνεται καὶ τὸ ἀρτόπωλις.
Pending translation