Prosodia Catholica (Herodian)

Passage 1.92
← Index
1.92
Cities named -polis
* Τὰ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρμούπολις Αἰγύπτου πόλις. εἰσὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυσόπολις ἐν Βιθυνίᾳ. Ἔφορος εἰκοστῷ τρίτῳ «παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις». καὶ Θεόπομπος ἐν πρώτῳ Ἑλληνικῶν «ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν». ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ πολυίστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπολις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας. Ὁδιούπολις χωρίον Ἡρακλείας πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. Ἡρακλεόπολις πόλις Αἰγυπτία. Παρθενόπολις Μακεδονίας πόλις ἀπὸ τῶν θυγατέρων Γραστοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ 'ο'. Περσέπολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλλίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ´ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Βιθυνίας καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ 'υ' Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ (c. 102). ἀκρόπολις. ἔστι καὶ Ἀκρόπολις πόλις Λιβύης. μητρόπολις. ἔστι καὶ Μητρόπολις πόλις Φρυγίας ὑπὸ τῆς μητρὸς τῶν θεῶν κτισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος καὶ Λυδίας καὶ Θεσσαλίας καὶ Ἀκαρνανίας καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων
The names compounded from πόλις are accented on the antepenult: Ἑρμούπολις, a city of Egypt. There are two of them, a great and a small. Χρυσόπολις in Bithynia. Ephorus in the twenty-third book: “to hand over the Χρυσόπολις of the Chalcedonians to the allies.” And Theopompus in the first book of the Hellenica: “they sailed to Chalcedon and Byzantium with the rest of the army, wishing to seize Χρυσόπολις.” There is also another in Cilicia, as the polymath relates. Χυτρόπολις, a place in Thrace. Theopompus in the twenty-second book of the Philippica: “he passed into Χυτρόπολις, a place settled as a colony from Aphytis.” Τρίπολις, a city of Phoenicia, so called because it has colonies from three cities, Aradus, Tyre, and Sidon. There is also another in Macedonia and another in Perrhaebia, and another in Caria, now Νεάπολις, and one in Messenia and Arcadia and Epirus, and another in Pontus. Τετράπολις, having four demes and cities: Oinoe, Probalinthus, Tricorynthus, Marathon. Ὑάμπολις, a city of Phocis. Προξενούπολις near Naucratis; Πυθόπολις, a city of Caria, from Πυθώ with circumflex, just as from the genitive of Ἑρμῆς comes Ἑρμόπολις. There is also another Πυθόπολις of Mysia. Ὁδιούπολις, a place of Heracleia on the Pontus. Domitius Callistratus in the sixth book of the works about Heracleia. Ἡρακλεόπολις, an Egyptian city. Παρθενόπολις, a city of Macedonia, named from the daughters of Grastus, son of Mygdon. Ἱεράπολις, a city between Phrygia and Lydia; a second in Crete; a third in Syria, which is also Ἱερόπολις with omicron. Περσέπολις, a city of Persis; it is also the proper name of a son of Telemachus. Καλλίπολις, a small town of Lampsacus in the mainland opposite the Chersonese, lying on the coast, as Alexander says in his work On Bithynia; there is also one in Sicily and one in Caria. Νεάπολις, a city of Italy; there is also another of Libya and others. Νικόπολις, a city of Epirus; there is also one of Bithynia and another of Lesser Armenia. Πομπηϊούπολις, a city of Paphlagonia; some, however, say Πομπηϊόπολις without the upsilon. Πονηρόπολις, a city in Thrace; Σκυθόπολις, a city of Palestine; Σκυτόπολις, a city of Libya, about which the polymath speaks in the third book of the Libyca. Ταυρόπολις, a city of Caria. Φιλιππόπολις, a city of the Macedonians, a foundation of Philip son of Amyntas on the Hebrus. Φινόπολις, a city on the Pontus, from Phineus. Φαγρωριόπολις. Ἀμφίπολις, a city of Macedonia in the direction of Thrace, which was called Ἐννέα ὁδοί. It was also called Μυρίκη and Ἠιών, and Ἀμφίπολις because of the flowing around of the Strymon, as Thucydides says in the fourth book (c. 102). ἀκρόπολις. There is also Ἀκρόπολις, a city of Libya. μητρόπολις. There is also Μητρόπολις, a city of Phrygia founded by the Mother of the Gods, as Alexander says in his work On Phrygia. There is also another homonymous one of Phrygia, and of Lydia and Thessaly and Acarnania and of the Dorians and of the Mossynoeci on the Pontus.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 139 (52.1%) word LCS 18 (36.7%)
Show overlap highlight
… τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ (c. 102). ἀκρόπολις. ἔστι καὶ Ἀκρόπολις πόλις Λιβύης. μητρόπολις. ἔστι καὶ Μητρόπολις πόλις Φρυγίας ὑπὸ τῆς μητρὸς τῶν θεῶν κτισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ…
Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφιπολίτης.
char LCS 109 (54.8%) word LCS 21 (55.3%)
Show overlap highlight
…κοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπολις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας π…
Τρίπολις, πόλις Φοινίκης, διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου Τύρου καὶ Σιδῶνος. ὁ πολίτης Τριπολίτης. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας καὶ ἄλλη Καρίας, ἡ νῦν Νεάπολις Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου, καὶ ἄλλη Ποντική.
char LCS 103 (66.5%) word LCS 14 (60.9%)
Show overlap highlight
…ν πρώτῳ Ἑλληνικῶν «ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν». ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ πολυίστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Ν…
Χυτρόπολις, Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ “παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως”. τὸ ἐθνικὸν ἑξῆς ἐπάγει “εἰσδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν”.
char LCS 63 (78.8%) word LCS 10 (83.3%)
Show overlap highlight
… ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Βιθυνίας καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ 'υ' Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις…
Πομπηιούπολις, πόλις Παφλαγονίας. τινὲς δὲ δίχα τοῦ « υ » Πομπηιόπολις λέγουσι καὶ Πομπηιοπολίτης.
char LCS 63 (35.8%) word LCS 10 (32.3%)
Show overlap highlight
… Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ 'ο'. Περσέπολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλλίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ´ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Β…
Καλλίπολις, πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ´ ἀκτῆς κειμένη, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. δευτέρα κατὰ τὸν Ἀνάπλουν. τρίτη πόλις Σικελίας. τετάρτη πόλις Καρίας. οἱ πολῖται πασῶν Καλλιπολῖται.
char LCS 52 (72.2%) word LCS 10 (76.9%)
Show overlap highlight
…λλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ 'υ' Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις…
Σκυτόπολις, πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. τὸ ἐθνικὸν Σκυτοπολίτης.
char LCS 52 (52.5%) word LCS 9 (56.2%)
Show overlap highlight
…λις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας. Ὁδιούπολις χωρίον Ἡρακλείας πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. Ἡρακλεόπολις πόλις Αἰγυπτία. Παρθενόπολις Μακεδονίας πόλις ἀπὸ τῶν θυγατέρων Γραστοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, …
Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. ὁ πολίτης Ὁδιουπολίτης.
char LCS 34 (72.3%) word LCS 7 (77.8%)
Show overlap highlight
…, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος…
Φινόπολις, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Φινέως. τὸ Φινοπολίτης.
char LCS 32 (39.0%) word LCS 7 (53.8%)
Show overlap highlight
…ς ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφ…
Φιλιππόπολις, πόλις Μακεδονίας, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. τὸ ἐθνικὸν Φιλιπποπολίτης.
char LCS 27 (35.1%) word LCS 5 (38.5%)
Show overlap highlight
…ατέρων Γραστοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ 'ο'. Περσέπολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλλίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ´ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις …
Περσέπολις, πόλις Περσίδος. τὸ ἐθνικὸν Περσεπολίτης. ἔστι δὲ καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου.