Prosodia Catholica (Herodian)

Passage 1.93
← Index
1.93
Passage listing numerous ancient place-names (πόλεις) ending in -πολις across regions (Egypt, Thrace, Bithynia, Caria, etc.), with brief notes and citations.
καὶ Σκυθίας καὶ Εὐβοίας. Ἀδριανούπολις ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ. Ἀνώπολις. οὕτως ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πόλις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ (c. 97). Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις.... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ (c. 3). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. Σώπολις ὄνομα κωμικοῦ, Ἀγησίπολις ὄνομα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων, φυγόπολις, ἄπολις.
and of Scythia and of Euboea. Adrianopolis, formerly Heracleia. Antaiopolis, a city in Egypt. Anopolis: thus was Aradē in Crete called, because it lay above. Archandroupolis, a city in Egypt; Herodotus in the second book (c. 97). Aphroditopolis, also called the city of Aphrodite. There is also a city in the region of Athribis and in Ethiopia and in Thrace. Bergepolis, of the Abderites; Bithyopolis, a city … from Bithys. Gabaoupolis, a city of Galilee. Josephus in the sixth book of the Jewish Antiquities (c. 7): “And Saulos, making for Gabaoupolis with six hundred men, came.” Gynaikospolis, a city of the Phoenicians; there is also another in Egypt. Aristagoras says that it was so named for three reasons: either because, when enemies attacked and the men were away at their farming, the women prevailed in the war; or because a certain wife of a nomarch, when her children were being carried off by the king, armed herself together with her children, pursued the king, and conquered; or because, when the Naucratites were sailing up the river and were being prevented by the other Egyptians from disembarking, these men, struck by cowardice, did not hinder them. Artemidorus says these things too. Sebastopolis, an island near the Pontus, also called Dioskourias and formerly Aia. Diospolis the Great, a city of the Egyptian Thebaid, the so‑called hundred‑gated, a foundation of Osiris and Isis; and there are also four other small ones in Egypt. There is also one of Lydia and of Palestine. Doulopolis, a city in Crete. It should be noted, however, that Kratinos in the Seriphioi speaks of a “city of slaves,” though Apollonius said that one ought not to interchange these citations except from poetic necessity, as Kratinos says: “then you arrive at the Sakae and the Sidonians and the Eremboi, and at the city of slaves, men newly rich and knavish.” There is also “City of Slaves,” a city of Libya. Hecataeus in the Periegesis: “and if a slave brings a stone into this city, he becomes free, even if he is a foreigner.” Hellenopolis, a city of Bithynia. Apollodorus: “Attalus, having gathered settlers from the Greek cities, founded a city and named it Hellenopolis.” Zygopolis, near Trapezous. Strabo in the twelfth book. Heliopolis, a city of Egypt, which Aktis, son of Helios and Rhodē, founded. Herodotus in the second book (c. 3). There is also one of Thrace, and a colony of the Aromatophoros of Egypt, and four in Sardis; and Corinth was called Heliopolis; there is also one in Phoenicia. Theopolis in Egypt. Knopoupolis: thus was Erythrai, a city of the Ionians, called from Knōpos. Karopolis, a city of Caria. Alexander in the first book of the Karika. Kouropolis, a city of Caria. Alexander in the first book of the Karika. Maiandroupolis, a city of Magnesia, as Phlegon says in the Olympiads. Megalopolis: because of its size Aphrodisias, a city of Caria, formerly the city of the Leleges, was so called. Megalē Polis, a city of Arcadia and of Iberia, as Philo says. Miletoupolis, a city between Kyzikos and Bithynia by the Ryndakos; there is also another in Persis. Sōpolis, the name of a comic poet; Agēsipolis, the name of the general of the Athenians; phygopolis, apolis.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 382 (49.6%) word LCS 68 (51.1%)
Show overlap highlight
… ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος…
Γυναικόσπολις, πόλις Φοινίκων. ὁ πολίτης Γυναικοπολίτης. ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. ἔστι καὶ Γυναικῶν λιμὴν περὶ τὴν λεγομένην Φιδάλειαν, τὸ μεταξὺ Ἀνάπλου καὶ τοῦ Λεωσθενείου. ἔνθα φασὶ τὴν γυναῖκα Βύζαντος Φιδάλειαν διώξασαν ἅμα ταῖς γυναιξὶ τοὺς μετὰ Στροίβου τοῦ ἀδελφοῦ Βύζαντος τῇ πόλει ἐπιθεμένο…
char LCS 219 (45.6%) word LCS 38 (44.2%)
Show overlap highlight
…ς ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυ…
…ύης, Ἑκαταῖος ἐν περιηγήσει. “καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ”. ἔστι καὶ ἑτέρα Ἱεροδούλων ἐν ᾗ εἷς μόνος ἐλεύθερός ἐστι. φασὶ καὶ κατὰ Κρήτην Δουλόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος “μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων”. ἔστι καὶ χωρίον ἐν Αἰγύπτῳ Δουλόπολις ὥς φησιν Ὀλυμπιανός. τὸ ἐθνικὸν Δουλοπολίτης.
char LCS 100 (47.4%) word LCS 18 (42.9%)
Show overlap highlight
…ς. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ (c. 3). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώ…
Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου [καὶ] Ῥόδης. Ἡρόδοτος δευτέρᾳ. ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου, ἀπὸ τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο, εἶτα Πάγος, καὶ οὕτως Ἐφύρη. ἔστι καὶ ἐν Φοινίκῃ. ὁ πολίτης Ἡλιοπολίτης.
char LCS 75 (54.7%) word LCS 14 (58.3%)
Show overlap highlight
…ς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. Σώπολις ὄνομα κωμικοῦ, Ἀγησίπολις ὄνομα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων, φυγόπολις, ἄπολις.
Μιλητούπολις, πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. ὁ πολίτης Μιλητοπολίτης καὶ τὸ θηλυκὸν ἡ Μιλητοπολῖτις. Στράβων δωδεκάτῃ.
char LCS 66 (53.7%) word LCS 9 (50.0%)
Show overlap highlight
…λις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις.... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐ…
Γαβαούπολις, πόλις τῆς Γαλιλαίας. τὸ ἐθνικὸν Γαβαουπολίτης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας “Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθε.”
char LCS 47 (41.6%) word LCS 7 (36.8%)
Show overlap highlight
…νωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις με…
Μαιανδρούπολις, Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι. τὸ ἐθνικὸν Μαιανδροπολίτης. εἰ δέ ἐστι Μαίανδρος ἡ πόλις, τὸ ἐθνικὸν Μαιάνδριος.
char LCS 45 (41.7%) word LCS 9 (50.0%)
Show overlap highlight
…ύπτῳ. Ἀνώπολις. οὕτως ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πόλις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ (c. 97). Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις.... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαού…
Ἀφροδίτης πόλις, ἡ καὶ Ἀφροδιτόπολις τὸ ἐθνικὸν ἀμφοτέρων Ἀφροδιτοπολίτης. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην.
char LCS 43 (64.2%) word LCS 6 (66.7%)
Show overlap highlight
καὶ Σκυθίας καὶ Εὐβοίας. Ἀδριανούπολις ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ. Ἀνώπολις. οὕτως ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πόλις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ (c. 97). Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις.... ἀπὸ Βίθυος. Γα…
Ἀρχανδρούπολις, πόλις ἐν Αἰγύπτῳ, Ἡρόδοτος δευτέρῳ. τὸ ἐθνικὸν Ἀρχανδροπολίτης.
char LCS 42 (67.7%) word LCS 6 (66.7%)
Show overlap highlight
…ας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Κ…
Καρόπολις, πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. τὸ ἐθνικὸν Καροπολίτης.
char LCS 39 (32.5%) word LCS 5 (22.7%)
Show overlap highlight
…ίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ (c. 3). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐ…
Ζυγοί, πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ἑνδεκάτῃ. τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα, Στράβων δωδεκάτῃ. τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός.