Prosodia Catholica (Herodian)

Passage 1.96
← Index
1.96
Toponyms ending in -ηνις -ωνις -ινις accentuation
* Τὰ εἰς 'ηνις' καὶ 'ωνις' ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδωνις καὶ τὸ ὄνωνις εἶδος ἀκάνθης βαρύνονται, οὐ γὰρ παρώνυμα. * Τὰ εἰς 'ινις' καὶ 'υνις' ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σολουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ »κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ«. * Τὰ εἰς 'νις' ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δ´ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος »Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠϊόνα (Argon. I 932). τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ 'π', ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος.
The derivatives in -ηνις and -ωνις, when of more than two syllables, are accented with an acute: Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς; thus was called Τραπεζοῦς, a city on the Euxine Sea, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. Thus was the lake called Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς, an island and a city of Massalia, as Artemidorus says. Γιγωνίς: thus Artemidorus of Ephesus says that there is a headland Γιγωνία. Μυτωνίς: thus Callimachus in the fourth book calls Lesbos, and Parthenius says that the Lesbian women are called Μυτωνίδες. Δωδωνίς. Apollonius: “Athena joined the barren oak of Δωδωνίς” (Argon. I 527, IV 583). And Sophocles in the Odysseus of the Thorny Scourge: “the prophetic priestesses, the Δωδωνίδες.” Ἠδωνίς: thus Aristotle says that the city Antandros was named because Thracians, the Ἠδωνοί, dwelt there. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς: thus Antimachus calls the city Dyme from the river Καύκων, just as he calls Thebes Διρκαῖαι. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς, a lake near Casium, which is also called Σίρβων, Σκιρωνίς, a rock, Τριτωνίς, a lake. Φρικωνίς, Χαιρωνίς. But Πυῆνις, a city of the Colchians, and Ἄθηνις and Ἄδωνις and ὄνωνις, a kind of thistle, are accented with a grave, for they are not derivatives. The words in -ινις and -υνις, when of more than two syllables, are accented with an acute: Μαντινίς, Σολουντινίς, Ἀργυννίς, Aphrodite. It is also said Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. But Ἄσδυνις is accented with a grave: it is an island in the region of Lake Moeris. Eudoxus in the second book: “they were overtaken on the island Ἀσδύνη.” The words in -νις, when of more than two syllables and having a consonant in the penult, are accented with an acute: Ἀβαρνίς, a city and district and headland of the Parian territory. Hecataeus of Miletus in his Circuit of Asia says that it is a headland of Lampsacus. Ephorus in the fifth book says that it was called after the Ἀβαρνίς in Phocis, when the Phocians were founding Lampsacus. Apollonius: “and the sandy shore of Perkote and of Ἀβαρνίς” (Argon. I 932). But Sophocles, commenting on this, relates that Aphrodite, having borne Priapus in Lampsacus without form, disowned him and called the country Ἀπαρνίς, which by corruption is also called Ἀβαρνίς. It is also found with pi, as in Artemidorus the geographer. It is also said Ἄβαρνος.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 227 (28.3%) word LCS 37 (23.6%)
Show overlap highlight
…ς Παριανῆς. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δ´ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος »Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠϊόνα (Argon. I 932). τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ 'π', ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος.
…ης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ´ ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος “Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα”. τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ « π » Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν Ἀβαρναίη.
char LCS 104 (6.5%) word LCS 14 (5.1%)
Show overlap highlight
…ρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν …
…ταῖος Εὐρώπῃ “Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι”. καὶ Ὅμηρος “Ζεῦ ἄνα Δωδωναῖε”. καὶ Κρατῖνος Ἀρχιλόχοις “Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς”. καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος “στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ”. καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι “τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας”. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ “καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν”. ἔστι καὶ Δωδωναῖον χαλκίον παροιμία ἐπὶ τῶν …
char LCS 104 (6.5%) word LCS 14 (5.1%)
Show overlap highlight
…ρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν …
…ταῖος Εὐρώπῃ “Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι”. καὶ Ὅμηρος “Ζεῦ ἄνα Δωδωναῖε”. καὶ Κρατῖνος Ἀρχιλόχοις “Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς”. καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος “στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ”. καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι “τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας”. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ “καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν”. ἔστι καὶ Δωδωναῖον χαλκίον παροιμία ἐπὶ τῶν …
char LCS 69 (66.3%) word LCS 12 (66.7%)
Show overlap highlight
…υνις' ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σολουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ »κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ«. * Τὰ εἰς 'νις' ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου…
Ἄσδυνις, νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ “κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ”. ὁ νησιώτης Ἀσδυνίτης ὡς Μεμφίτης.
char LCS 42 (15.6%) word LCS 7 (13.7%)
Show overlap highlight
…Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς…
…νη, πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος.
char LCS 41 (70.7%) word LCS 7 (70.0%)
Show overlap highlight
…απεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς…
Ἀλωνίς, νῆσος καὶ πόλις Μασσαλίας, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Ἀλωνίτης.
char LCS 36 (3.3%) word LCS 7 (3.2%)
Show overlap highlight
… Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδ…
… ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος”. τὸ θηλυκὸν Δυμαία. Εὐφορίων “ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης”, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης´, εἵως διεπέρ…
char LCS 32 (7.6%) word LCS 6 (8.5%)
Show overlap highlight
* Τὰ εἰς 'ηνις' καὶ 'ωνις' ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς…
Τραπεζοῦς, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Σινωπέων ἄποικος. ἐκαλεῖτο καὶ Οἰζηνίς· ἐν ταύτῃ μέλι ἀπὸ τῆς πύξου φησὶν Ἀριστοτέλης γίνεσθαι ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων βαρύοσμον, ἀφ´ οὗ τοὺς φαγόντας ὑγιαίνοντας μὲν ἐξίστασθαι, τοὺς δ´ ἐπιλήπτους εὐθέως ἀπαλλ…
char LCS 30 (11.8%) word LCS 6 (13.3%)
Show overlap highlight
…οσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλη…
Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνικὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδωνίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, ἢ Κιμμερίδα Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. τὰ ἐθνικὰ τῆς μὲν Ἠδωνίδος Ἠδωνοί, τῆς δὲ Κιμμερίδος Κιμμέριοι.
char LCS 23 (26.1%) word LCS 5 (29.4%)
Show overlap highlight
…ἰς 'ηνις' καὶ 'ωνις' ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς…
Ἀλμήνη, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Ἀλμήνιος ὡς Παλλήνιος, ἢ Ἀλμηνίτης ὡς Σινωπίτης.