Prosodia Catholica (Herodian)

Passage 1.98
← Index
1.98
Discussion of accentuation patterns for Greek words ending in -πις, -απις, -οπις, -ωπις and -ρις with examples (place names, ethnics)
ἐν Ἡρακλείας ἑνδεκάτῃ. ἐμπίς εἶδος κώνωπος. τὸ δὲ Ἄλπις βαρύνεται. * Ἔτι τὰ εἰς 'πις' ὑπερδισύλλαβα θέσει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴασπις. * Τὰ εἰς 'απις' πολυσύλλαβα ὀξύνεται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται. Τὰ διὰ τοῦ 'οπις' πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται. * Τὰ διὰ τοῦ 'ωπις' πολυσύλλαβα ὀξύνεται, Σινωπίς, Προσωπίς πόλις Αἰγύπτου. λέγεται καὶ Προσωπῖτις. Ἰωπίς Λακωνικὴ χώρα. Ἀσωπίς Κερκύρας μήτηρ. Ἀσωπίδας δὲ ἔνιοι τὰς Θήβας φασίν. Τὰ εἰς 'ρις' δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχόμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. * Τὰ εἰς 'ρις' δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα
In the eleventh book of Heracleia. ἐμπίς: a kind of gnat. But Ἄλπις is accented with a grave. Further, the words in -πις, of more than two syllables, with a long penult by position, are accented with a grave, e.g. ἴασπις. The polysyllables in -απις are accented with an acute: Ἰαπίς, an Attic ravine leading to Megara, as Callimachus in the Hecale; Πριαπίς, a region. But Σάραπις, an island in the Indian gulf, is accented with a grave. The polysyllables in -οπις, not having the notion of composition, are accented with an acute: Κεκροπίς, a tribe; there is also a region of Thrace; there is also a deme of Thessalonica. Δρυοπίς, Αἰθιοπίς. Euripides in the Archelaus: “of the land of Αἰθιοπίς, whenever snow should melt.” Μεροπίς: thus was the city of Cos called, from the earth-born Merops. Ἰοπίς, according to Charax. But φύλοπις is accented with a proparoxytone. The polysyllables in -ωπις are accented with an acute: Σινωπίς; Προσωπίς, a city of Egypt; it is also called Προσωπῖτις. Ἰωπίς, a Laconian region. Ἀσωπίς, mother of Corcyra. But some say that the Thebes are Ἀσωπίδας. The disyllables in -ρις, diminutives or having a patronymic sense, are accented with an acute: Τευκρίς, Troy; Δωρίς, the region about Parnassus and the later Ἱστιαιῶτις, which Charax mentions in book 7, writing as follows about Thessalus son of Aïatus, who defeated the Boeotians at Arne: “But Thessalus did not change even the fourth part of the eponymy, but allowed Ἱστιαιῶτις itself to be called as before. And it lies to the west of Pindus. But Dorus, son of Hellen, first obtained it, and it was earlier called Δωρίς from him, but later it was renamed Ἱστιαιῶτις.” Νευρίς, a region of Sarmatia. πατρίς, χειρίς, καρίς from κάρη, and Καρίς from the genitive of Καρός. Καρίς, too, was the name of Cos, as Hellanicus says. And there is also a Phrygian city Καρίς and Καρίδες. The disyllables in -ρις, with one vowel or diphthong in the penult…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 230 (18.5%) word LCS 44 (18.7%)
Show overlap highlight
…όμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Κα…
…ιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. μέμνηται τῆς Δωρίδος τῆς Θετταλικῆς Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου, [τοῦ] νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς “ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη”.
char LCS 230 (18.5%) word LCS 44 (18.7%)
Show overlap highlight
…όμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Κα…
…ιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. μέμνηται τῆς Δωρίδος τῆς Θετταλικῆς Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου, [τοῦ] νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς “ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη”.
char LCS 59 (6.4%) word LCS 14 (7.2%)
Show overlap highlight
…Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. * Τὰ εἰς 'ρις' δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα
…γεται καὶ Κάριος· οὕτως γὰρ ὁ Ζεὺς παρὰ Μυλασεῦσι τιμᾶται. τὸ θηλυκὸν Καρία. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως, καὶ ὁ οἰκήτωρ Κάριος. ἔστι καὶ Καρίνη. ἔστι καὶ Καριάτης. ἔστι καὶ Καριᾶτις, καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες, τὸ ἐθνικὸν Καριδεύς ὡς Ἀρκαδεύς, τὸ ἀπὸ τῆς τέχνης Καρίτης. τῶν Καρῶν τὸ κτητικὸν Καρικός. Ἡρόδοτος ἐν πρώτῃ “τὸ Καρικὸν ἔθνος δοκιμώτατον”.
char LCS 52 (100.0%) word LCS 9 (100.0%)
Show overlap highlight
…ίς εἶδος κώνωπος. τὸ δὲ Ἄλπις βαρύνεται. * Ἔτι τὰ εἰς 'πις' ὑπερδισύλλαβα θέσει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴασπις. * Τὰ εἰς 'απις' πολυσύλλαβα ὀξύνεται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται. Τὰ διὰ τοῦ 'οπις' πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα …
Ἰαπίς, χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα, ὡς Καλλίμαχος Ἑκάλῃ.
char LCS 37 (7.1%) word LCS 8 (7.5%)
Show overlap highlight
…ὰ διὰ τοῦ 'οπις' πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται. * Τὰ διὰ τοῦ 'ωπις' πολυσύλλαβα ὀξύνεται, Σινωπίς,…
…. οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς « οψ » λήγει παρ´ Ὁμήρῳ εἰ μὴ τὸ καλαύροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. λέγεται καὶ Αἰθιοπία γῆ. Εὐριπίδης Ἐρεχθεῖ “Αἰθιοπίαν νιν ἐξέσως´ ἐπὶ χθόνα”. καὶ Αἰθιοπίς ὁ αὐτὸς ἐν Ἀρχελάῳ “Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών”. καὶ Αἰθιοπηίς ἀπὸ τοῦ Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιοπῆας παρ´ Ὁμήρῳ. τὴν γὰρ Αἰθιοπίαν γῆν πρώτην φασὶ παγῆναι. πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νόμοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ Φλεγύαν, ἄνδρας Α…
Show overlap highlight
…Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται. Τὰ διὰ τοῦ 'οπις' πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φ…
Κεκροπία, χώρα καὶ Κεκροπίς φυλή, ἀπὸ Κέκροπος. λέγεται καὶ Κεκρόπιος καὶ Κεκροπία καὶ Κεκροπίτης τὸ ἐθνικὸν καὶ θηλυκὸν Κεκροπῖτις, καὶ τὸ ἐκ τόπου ἐπίρρημα Κεκροπίαθεν. ἔστι καὶ Κεκροπίς χώρα Θρᾴκης. ἔστι καὶ δῆμος Θεσσαλονίκης. οἱ δημόται Κεκρόπιοι.