Prosodia Catholica (Herodian)

Passage 1.99
← Index
1.99
Discussion of words ending in -ρις, -κρίς, -τρις and related accentuation patterns with examples (place-names, rivers, nouns) and citations.
βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφ´ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμαῖος. ὀξύνονται δὲ Νηρίς πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ, Ὑρίς ἄκρα. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κουρέως. Τὰ εἰς 'κρις' κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβοια καὶ Ἑλένη νῆσος τῆς Ἀττικῆς καὶ Ἴκαρος νῆσος μία τῶν Κυκλάδων διὰ τὸ μῆκος. Πρόκρις, Ἄκρις. τὰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀκρίς, Λοκρίς. Τὰ εἰς 'ρις' μετ´ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ 'π' βαρύνεται 'υ' ἢ 'ι' παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τρις' δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ 'α' βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ 'ε' ἔχοντα· τότε γὰρ ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς, ἐαρίς. Γαργαρίς, Γαδαρίς, Ἰσμαρίς λίμνη. Ἡρόδοτος ζʹ (c. 199).
They are accented with a grave: Πάρις, Βάρις, a city. βάρις is said to mean “house,” as in Posidippus, and also “a group of dwellings,” as in Ephorus; χάρις; Φᾶρις, a city of Laconia. Homer: “both Φᾶρις and Sparta and Messe, rich in doves” (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις; κῖρις, a kind of bird; ξῖρις, an aromatic plant; Σῖρις, a city of Italy near Metapontium, and a river; there is also a Σῖρις in Paeonia. And the Nile after Syene has been called Σῖρις. Κύρις, a metropolis of the Sabines. Τύρις, a city and a river in the Euxine Sea; it is also called Τύρας. Χαῖρις, Μοῖρις, from which comes the lake of Moeris; θοῦρις; Κοῦρις, the Roman. But Νηρίς, a city of Messene, is accented with an acute. Nicolaus in the fourth book: Ὑρίς, a headland. Artemidorus in the eleventh book of the Geographical Writings: μοιρίς; κουρίς, the tool of the barber. Proper names in -κρις, being such, are accented with a grave: Μάκρις; thus Euboea was called, and also Helen, an island of Attica, and Icarus, an island, one of the Cyclades, because of its length. Πρόκρις, Ἄκρις. But those not so are accented with an acute: ἀκρίς, Λοκρίς. Words in -ρις with interposition of a middle or aspirate consonant or of π are accented with a grave when they have υ or ι in the penult; but if not so, they are accented with an acute, unless a consonant is doubled: ὕβρις, Κύπρις. Θύμβρις, a river of Rome, which is also Τίβερις. There is also a Θύμβρις, a river of the Troad, from which comes the sanctuary of Apollo Θυμβραῖος, in which Achilles was shot. Τίγρις, a river; it is also called Τίγρης. But νεβρίς is accented with an acute. And thus too is called Ἁλώνη, an island off Cyzicus. κεδρίς. But ἄγγρις has a doubled consonant. Disyllabic derivatives in -τρις are accented with an acute, e.g. πατρίς, but those not so are accented with a grave, e.g. λάτρις. Words in -ρις of more than two syllables, with α in the penult, are accented with a grave: κίθαρις, εὔμαρις, Σύβαρις, a city of Italy and a river; κάππαρις. Ἵλαρις, a city of Lycia; Μάσαρις, Dionysus among the Carsians—unless they are diminutives or patronymics or have ε in the third syllable; for then they are accented with an acute: Μεγαρίς, βλεφαρίς, θεαρίς (i.e. θεωρίς), ἐαρίς. Γαργαρίς, Γαδαρίς, Ἰσμαρίς, a lake. Herodotus, book 7 (c. 199).

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 63 (55.8%) word LCS 12 (57.1%)
Show overlap highlight
βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν …
Φᾶρις, πόλις τῆς Λακωνικῆς. Ὅμηρος “Φᾶριν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην”. οἱ πολῖται Φαρῖται, ὡς Παυσανίας, καὶ Φαριάτης ὡς Σπαρτιάτης.
char LCS 52 (67.5%) word LCS 11 (68.8%)
Show overlap highlight
βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρ…
Βάρις, πόλις. τὸ ἐθνικὸν Βαρίτης. λέγεται βάρις ἡ οἰκία ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος.
char LCS 48 (22.4%) word LCS 8 (19.5%)
Show overlap highlight
…ᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χα…
Σῖρις, πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός. μετωνομάσθη δὲ καὶ Πολίειον ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς. ὁ πολίτης Σιρίτης ὡς Σύβαρις Συβαρίτης, τὸ θηλυκὸν Σιρῖτις. καὶ Σιρῖνος. ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ, ἧς τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Σιριοπαίονες.
char LCS 47 (23.5%) word LCS 9 (23.1%)
Show overlap highlight
…μενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τ…
Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ « ζ » Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ « δ » καὶ Δυμβριεύς.
char LCS 33 (100.0%) word LCS 5 (100.0%)
Show overlap highlight
…ητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφ´ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμαῖος. ὀξύνονται δὲ Νηρίς πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ, Ὑρίς ἄκρα. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κουρέως. Τὰ εἰς 'κρις' κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβ…
Νηρίς, πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ.
char LCS 31 (52.5%) word LCS 6 (54.5%)
Show overlap highlight
…' μετ´ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ 'π' βαρύνεται 'υ' ἢ 'ι' παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω…
Θύμβρις, ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις· τὸ ἐθνικὸν Θύμβριος καὶ Θυμβριάς.
char LCS 29 (5.4%) word LCS 5 (4.8%)
Show overlap highlight
… δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ 'α' βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ 'ε' ἔχοντα· τότε γὰρ ὀξύνεται, Μεγαρίς…
Σύβαρις, πόλις Ἰταλίας καὶ ποταμός. ἡ δὲ πόλις ὕστερον ὠνομάσθη Θούριον· ἥλω δὲ ὑπὸ Κροτωνιατῶν χρησμοῦ δοθέντος αὐτοῖς εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ ἐν θαλίῃσι θεῶν τιμῶν γένος αἰὲν ἐόντων, εὖτ´ ἂν δὴ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίζῃ, την…
char LCS 25 (17.2%) word LCS 5 (16.7%)
Show overlap highlight
… Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κουρέως. Τὰ εἰς 'κρις' κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβοια καὶ Ἑλένη νῆσος τῆς Ἀττικῆς καὶ Ἴκαρος νῆσος μία τῶν Κυκλάδων διὰ τὸ μῆκος. Πρόκρις, Ἄκρις. τὰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀκρίς, Λοκρίς. Τὰ εἰς 'ρις' μετ´ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ 'π' βαρύνεται 'υ' ἢ 'ι' παραληγόμενα· ε…
Ἴκαρος, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Μάκρις καὶ Δολίχη καὶ Ἰχθυόεσσα· βʹ ἔστι καὶ πόλις .... γʹ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. ὁ πολίτης Ἰκάριος “πόντου Ἰκαρίοιο”. καὶ θηλυκὸν Ἰκαρία.
char LCS 22 (13.4%) word LCS 5 (16.1%)
Show overlap highlight
…ις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τρις' δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλ…
Ἁλώνη, νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. τὸ ἐθνικὸν Ἁλωνήσιος. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας.